TLG 1491 002 :: MELANTHIUS :: Fragmenta

MELANTHIUS Hist.
(fort. Atheniensis: 4 B.C.?)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 444.

frr. 1–5

Citation: Fragment — (line)

t1

ΑΤΘΙΣ. E LIBRO SECUNDO.

1

Harpocratio v. Γρυπάνιον: Μελάνθιος ἐν βʹ Ἀτ‐ θίδος εἰπὼν σεισμὸν γεγονέναι φησί· «Καὶ ἔγρυπεν ἡ γῆ.»

t2-5

ΠΕΡΙ ΤΩΝ ΕΝ ΕΛΕΥΣΙΝΙ ΜΥΣΤΗΡΙΩΝ.

2

Athenaeus VII: Ἀπολλόδωρος δὲ ἐν τοῖς Περὶ θεῶν τῇ Ἑκάτῃ φησὶ θύεσθαι τρίγλην, διὰ τὴν τοῦ ὀνόματος οἰκειότητα· τρίμορφος γὰρ ἡ θεός. Μελάνθιος δ’ ἐν τῷ Περὶ τῶν ἐν Ἐλευσῖνι μυστηρίων, καὶ τρίγλην
5καὶ μαινίδα, ὅτι καὶ θαλάττιος ἡ Ἑκάτη.

3

Schol. Aristoph. Plut. 845: Ἔθος γὰρ ἦν, ἐν οἷς τις (ἱματίοις) μυηθείη, εἰς θεοῦ τινος (ταῦτα) ἀνατιθέναι, ὥσπερ δηλοῖ καὶ Μελάνθιος ἐν τῷ Περὶ μυστηρίων· «Πάτριόν ἐστι ταῖς θεαῖς ἀνιεροῦν καὶ τὰς στολὰς τοὺς
5μύστας, ἐν αἷς τύχοιεν μυηθέντες.»

4

Schol. Aristoph. Avv. 1073: Οὗτος (sc. Διαγό‐ ρας ὁ Μήλιος) μετὰ τὴν ἅλωσιν Μήλου ᾤκει ἐν Ἀθή‐ ναις, τὰ δὲ μυστήρια ηὐτέλιζεν, ὡς πολλοὺς ἐκτρέπειν τῆς τελετῆς. Τοῦτο οὖν ἐκήρυξαν κατ’ αὐτοῦ Ἀθηναῖοι
5καὶ ἐν χαλκῇ στήλῃ ἔγραψαν, ὥς φησι Μελάνθιος ἐν τῷ Περὶ μυστηρίων.

5

Ibid.: Μελάνθιος ἐν τῷ Περὶ μυστηρίων προφέρεται τῆς χαλκῆς στήλης καὶ ἀντίγραφον, ἐν ᾗ ἐπεκήρυξαν καὶ αὐτὸν καὶ τοὺς [μὴ?] ἐκδιδόντας Πελλανεῖς, ἐν ᾗ γέγραπται καὶ ταῦτα· ἐὰν δέ τις ἀποκτείνῃ Διαγόραν
5τὸν Μήλιον, λαμβάνειν ἀργυρίου τάλαντον· ἐὰν δέ τις
ζῶντα ἀγάγῃ, λαμβάνειν δύο.444